Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.341 Joseph. AJ 8.345 (English) >>Joseph. AJ 8.349

8.343

Οἱ δʼ Ἰσραηλῖται τοῦτʼ ἰδόντες ἔπεσον ἐπὶ τῆς γῆς καὶ προσεκύνουν ἕνα θεὸν καὶ μέγιστον καὶ ἀληθῆ μόνον ἀποκαλοῦντες, τοὺς δʼ ἄλλους ὀνόματι ὑπὸ φαύλης καὶ ἀνοήτου δόξης πεποιημένους· συλλαβόντες δʼ αὐτῶν καὶ τοὺς προφήτας ἀπέκτειναν Ἠλία παραινέσαντος. ἔφη δὲ καὶ τῷ βασιλεῖ πορεύεσθαι πρὸς ἄριστον μηδὲν ἔτι φροντίσαντα· μετʼ ὀλίγον γὰρ ὄψεσθαι τὸν θεὸν ὕοντα. 8.344καὶ μὲν Ἄχαβος ἀπηλλάγη, Ἠλίας δʼ ἐπὶ τὸ ἀκρωτήριον τοῦ Καρμηλίου ἀναβὰς ὄρους καὶ καθίσας ἐπὶ τῆς γῆς προσηρείσατο τοῖς γόνασι τὴν κεφαλήν, τὸν δὲ θεράποντα ἐκέλευσεν ἀνελθόντα ἐπί τινα σκοπὴν εἰς τὴν θάλασσαν ἀποβλέπειν, κἂν ἴδῃ νεφέλην ἐγειρομένην ποθέν, φράζειν αὐτῷ· μέχρι γὰρ τότε καθαρῷ συνέβαινε τῷ ἀέρι εἶναι. 8.345τοῦ δὲ ἀναβάντος καὶ μηδὲν πολλάκις ὁρᾶν φήσαντος, ἕβδομον ἤδη βαδίσας ἑωρακέναι μελαινόμενον εἶπέ τι τοῦ ἀέρος οὐ πλέον ἴχνους ἀνθρωπίνου. δὲ Ἠλίας ταῦτʼ ἀκούσας πέμπει πρὸς τὸν Ἄχαβον κελεύων αὐτὸν εἰς τὴν πόλιν ἀπέρχεσθαι πρὶν καταρραγῆναι τὸν ὄμβρον. 8.346καὶ μὲν εἰς Ἱερέζηλα πόλιν παραγίνεται· μετʼ οὐ πολὺ δὲ τοῦ ἀέρος ἀχλύσαντος καὶ νέφεσι καλυφθέντος πνεῦμά τε λάβρον ἐπιγίνεται καὶ πολὺς ὄμβρος. δὲ προφήτης ἔνθεος γενόμενος τῷ τοῦ βασιλέως ἅρματι μέχρι τῆς Ἱερέζηλας πόλεως συνέδραμε.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.341 Joseph. AJ 8.345 (English) >>Joseph. AJ 8.349

Powered by PhiloLogic